''ΤΟ ΣΤΑΔΙΟ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ '' . Ιδιόμελον Αίνων. Κυριακή Τυρινής. Χορός Π. Φορτωμά. Byz.music
Ἦχος πλ. α΄.
Τὸ στάδιον τῶν ἀρετῶν ἠνέωκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν
τῆς Νηστείας ἀγῶνα, οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν
πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν
Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας
τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν
κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου