(Λουκ. ιη´ 35-43)
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ᾿Απήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν.᾿Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι θέλεις ποιήσω; ῾Ο δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου