(Γέροντος Σωφρονίου)
Κύριε, Ἰησοῦ Χριστέ, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τῇ σῇ ἀναβάσει ἐπὶ τὸν Γολγοθᾶν ἐξαγοράσας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Νόμου καὶ ἀποκαταστήσας τὴν πεπτωκυῖαν εἰκόνα σου, ὁ ἐκτείνας ἐπὶ τοῦ Σταυροῦ τὰς ἀχράντους χεῖράς Σου, ἵνα τὰ ἐσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυναγάγῃς εἰς ἕν, καὶ καλέσας τῇ ἐπιφοιτήσει τοῦ Παναγίου Πνεύματος εἰς ἑνότητα πάντας, Σύ, ὁ Ὤν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πρὸ τῆς ἐξόδου Σου ἐπὶ τὴν μεγάλην ταύτην καὶ κοσμοσωτήριον ἱερουργίαν ἐδεήθης τοῦ Πατρός Σου, ἵνα πάντες ἓν ὦμεν, καθὼς Σὺ εἶ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου.
Παράσχου τοίνυν ἡμῖν χάριν και σοφίαν τοῦ ἐκπληροῦν τὴν ἐντολὴν ταύτην καθ᾿ ἑκάστην, καὶ ἐνίσχυσον ἡμᾶς εἰς τὸν ἀγῶνα τῆς ἀγάπης, ἣν Σὺ ἐνετείλω ἡμῖν εἰπών· Ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
Δώρησαι ἡμῖν διὰ τοῦ Ἁγίου Σου Πνεύματος τὴν δύναμιν τοῦ ταπεινοῦν ἑαυτοὺς ὁ εἷς ἐνώπιον τοῦ ἑτέρου, ἐν τῷ κατανοεῖν ὅτι, ἐάν τις πλεῖον ἀγαπᾷ, πλεῖον καὶ ταπεινοῦται.
Δίδαξον ἡμᾶς εὔχεσθαι ὁ εἷς ὑπὲρ τοῦ ἄλλου, ἀλλήλων τὰ βάρη βαστάζειν ἐν ὑπομονῇ καὶ ἕνωσον ἡμᾶς τῷ συνδέσμῳ τῆς ἀκαταλύτου ἀγάπης ἐν τῷ Ὀνόματί Σου τῷ Ἁγίῳ, χαριζόμενος ἡμῖν ὡσαύτως τοῦ ὁρᾶν ἐν ἑκάστῳ ἀδελφῷ καὶ ἑκάστῃ ἀδελφῇ ἡμῶν τὴν εἰκόνα τῆς ἀῤῥήτου δόξης Σου καὶ μὴ ἐπιλανθάνεσθαι ὅτι «ὁ ἀδελφὸς ἡμῶν ἡ ζωὴ ἡμῶν ἐστι».
Ναί, Κύριε, ὁ τῇ Σῇ εὐδοκίᾳ ἐπισυναγαγὼν ἡμᾶς ἐπὶ τὸ αὐτό, ποίησον ἡμᾶς γενέσθαι ἐν ἀληθείᾳ μίαν οἰκογένειαν, ζῶσαν ἐν μιᾷ καρδίᾳ, μιᾷ θελήσει, μιᾷ ἀγάπῃ, ὡς εἷς ἄνθρωπος, κατὰ τὴν περὶ τοῦ προπάτορος Ἀδὰμ προαιώνιον βουλήν Σου. Ἐπισκίασον τὸν οἶκον ἡμῶν τῷ τοῦ φόβου Σου πνεύματι καὶ σκέπασον αὐτὸν τῇ σκέπῃ τῆς Παναχράντου Σου Μητρός, (τῶν ἁγίων ὧν φέρομεν τὰ ὀνόματα καὶ ὧν εὐλαβούμεθα) καὶ πάντων τῶν Ἁγίων Σου, εὐλογῶν καὶ ὑπερασπιζόμενος ἕνα ἕκαστον τῶν ἐνθάδε διαμενόντων (μνημονεύομεν τὰ ὀνόματα τῶν μελῶν τῆς οἰκογενείας), διαφυλάττων ἡμᾶς ἐκ φθοροποιῶν λογισμῶν, ἀναρμόστων λόγων ἢ κινήσεων καρδίας, ἐπιβλαπτόντων τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, ὅπως οἰκοδομηθῇ ὁ οἶκος οὗτος ἐπὶ τὴν πέτραν τῶν εὐαγγελικῶν Σου ἐντολῶν, εἰς τόπον προσευχῆς, ἁγιασμοῦ καὶ σωτηρίας δι᾿ ἡμᾶς αὐτοὺς καὶ διὰ πάντας τοὺς ἐπισκεπτομένους ἡμᾶς, τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἀδελφοὺς καὶ ἀδελφὰς ἡμῶν, ἵνα πάντες εὕρωμεν ἀνάπαυσιν ἐν Σοί, τῷ πράῳ καὶ ταπεινῷ Βασιλεῖ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου